Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 40.12 | Dem. 40.15 (English) | >>Dem. 40.17 |
40.13γήμαντος δέ μου τὸν τρόπον τοῦτον , ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον , οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν · ἐγὼ δʼ , ὦ ἄνδρες δικασταί , ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ , τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα , οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν ), νομίζων δʼ ἀναγκαῖον εἶναί μοι , ἐπειδὴ ὁ πατὴρ ἐξηπατήθη , πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις .
40.14καὶ οὕτως ὑπʼ ἐμοῦ εἰς τὴν οἰκίαν εἰσδεχθέντες , ὡς ἐνεμόμεθα τὰ πατρῷα , ἀξιοῦντος ἐμοῦ ἀπολαβεῖν τὴν τῆς μητρὸς προῖκα ἀντενεκάλουν καὶ οὗτοι , καὶ ἔφασαν ὀφείλεσθαι καὶ τῇ αὑτῶν μητρὶ τὴν ἴσην προῖκα . συμβουλευσάντων δʼ ἡμῖν τῶν παρόντων , τὰ μὲν ἄλλα πάντα ἐνειμάμεθα , τὴν δὲ οἰκίαν καὶ τοὺς παῖδας τοὺς διακόνους τοῦ πατρὸς ἐξαιρέτους ἐποιησάμεθα ,
40.15ἵνʼ ἐκ μὲν τῆς οἰκίας , ὁποτέροις ἂν ἡμῶν φαίνηται ὀφειλομένη ἡ προίξ , οὗτοι αὐτὴν κομίσωνται , ἐκ δὲ τῶν παίδων κοινῶν ὄντων , ἐάν τι οὗτοι τῶν πατρῴων ἐπιζητῶσιν , πυνθάνωνται , καὶ βασανίζοντες αὐτοὺς καὶ ἄλλῳ ὅτῳ ἂν τρόπῳ βούλωνται ζητοῦντες . ὅτι δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω , ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε .
Μαρτυρίαι
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 40.12 | Dem. 40.15 (English) | >>Dem. 40.17 |